“Ταὐτὸ τ΄ἔνι ζῶν καὶ | τεθνηκὸς καὶ ἐγρηγορὸς | καὶ καθεῦδον καὶ νέον | καὶ γηραιόν· τάδε γὰρ | μεταπεσόντα ἐκεινά ἐστι | κἀκεῖνα πάλιν ταῦτα. (da Di Passaggio, n. 1)” Franco Battiato (1945) musicista, cantautore e regista italiano L'imboscata
“Ἣν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι: ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία.” Milziade (-540–-488 a.C.) militare e politico ateniese Erodoto, Storie, VII, 109, 6 Attribuite
“τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; | τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, | κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή· | οἷ' ἥβης ἄνθεα γίγνεται ἁρπαλέα | ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθῃ | γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ καλὸν ἄνδρα τιθεῖ, | αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, | οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου, | ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν· | οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.” Mimnermo (-670) poeta greco antico fr. 1
“Κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἁπʼ αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε. ἔστι δὲ ὁ Δράκων τὸ μὲν ῥεῦμα βραχὺς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ἐν στενῷ ξυνάγων τὸν ῥοῦν τήν τε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας. πότερα δὲ τῆς γῆς ἢ τοῦ ὓδατος φέρεται τὴν αἰτίαν ἡ φύσις οὐκ ἔχω εἰδέναι.” Procopio di Cesarea (500–565) storico bizantino da Bellum Gothicum, IV, 35