“τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; | τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, | κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή· | οἷ' ἥβης ἄνθεα γίγνεται ἁρπαλέα | ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθῃ | γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ καλὸν ἄνδρα τιθεῖ, | αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, | οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου, | ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν· | οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.”
—
Mimnermo
fr. 1
Ultimo aggiornamento 21 Maggio 2020.
Storia